Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.4.2 | Hdt. 1.5.4 (English) | >>Hdt. 1.7.3 |
1.5.2 περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες · οὐ γὰρ ἁρπαγῇ σφέας χρησαμένους λέγουσι ἀγαγεῖν αὐτὴν ἐς Αἴγυπτον , ἀλλʼ ὡς ἐν τῷ Ἄργεϊ ἐμίσγετο τῷ ναυκλήρῳ τῆς νεός · ἐπεὶ δʼ ἔμαθε ἔγκυος ἐοῦσα , αἰδεομένη τοὺς τοκέας οὕτω δὴ ἐθελοντὴν αὐτὴν τοῖσι Φοίνιξι συνεκπλῶσαι , ὡς ἂν μὴ κατάδηλος γένηται .
1.5.3
ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι · ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτω ἢ ἄλλως κως ταῦτα ἐγένετο , τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας , τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου , ὁμοίως σμικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών .
1.5.4 τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν , τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε · τὰ δὲ ἐπʼ ἐμεῦ ἦν μεγάλα , πρότερον ἦν σμικρά . τὴν ἀνθρωπηίην ὦν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν , ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως .
ch. 6
1.6.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.4.2 | Hdt. 1.5.4 (English) | >>Hdt. 1.7.3 |